Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.1 Dem. 48.4 (English) >>Dem. 48.7

48.3δέομαι οὖν ὑμῶν, ἄνδρες δικασταί, ἀκούσαντας ἀμφοτέρων ἡμῶν καὶ αὐτοὺς δοκιμαστὰς τοῦ πράγματος γενομένους μάλιστα μὲν διαλλάξαντας ἀποπέμψαι καὶ εὐεργέτας ἡμῶν ἀμφοτέρων ὑμᾶς γενέσθαι, ἐὰν δʼ ἄρα μὴ ἐπιτυγχάνητε τούτου, ἐκ τῶν ὑπολοίπων τῷ τὰ δίκαια λέγοντι, τούτῳ τὴν ψῆφον ὑμᾶς προσθέσθαι. πρῶτον μὲν οὖν μαρτυρίας ἀναγνώσεται ὅτι οὐκ ἐγὼ αἴτιός εἰμι τοῦ εἰς τὸ δικαστήριον εἰσιέναι, ἀλλʼ οὗτος αὐτός. λέγε τὰς μαρτυρίας.Μαρτυρίαι

48.4ὅτι μὲν οὖν, ἄνδρες δικασταί, καὶ μέτρια καὶ προσήκοντα προὐκαλούμην Ὀλυμπιόδωρον, μεμαρτύρηται ὑπὸ τῶν παραγενομένων. οὐκ ἐθέλοντος δὲ τούτου οὐδʼ ὁτιοῦν ποιεῖν τῶν δικαίων, ἀναγκαῖόν ἐστιν πρὸς ὑμᾶς λέγειν περὶ ὧν ἀδικοῦμαι ὑπὸ Ὀλυμπιοδώρου. ἔστιν δὲ βραχὺς λόγος. 48.5ἦν γάρ, ἄνδρες δικασταί, Κόμων Ἁλαιεύς, οἰκεῖος ἡμέτερος. οὗτος Κόμων ἐτελεύτησεν ἄπαις ὀλίγον πάνυ χρόνον ἀρρωστήσας, ἐβίω δὲ πολλὰ ἔτη, καὶ ἦν πρεσβύτερος ὅτε ἐτελεύτα. καὶ ἐγὼ ἐπειδὴ ᾐσθόμην ὅτι οὐχ οἷός τέ ἐστιν περιγενέσθαι, μετεπεμψάμην τουτονὶ Ὀλυμπιόδωρον, ὅπως ἂν παρῇ καὶ συνεπιμελῆται μεθʼ ἡμῶν ἁπάντων ὧν προσῆκεν. καὶ Ὀλυμπιόδωρος οὑτοσί, ἄνδρες δικασταί, ἐπειδὴ ἦλθεν ὡς ἐμὲ καὶ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, ἐμὴν δὲ γυναῖκα, μεθʼ ἡμῶν ἅπαντα διῴκει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.1 Dem. 48.4 (English) >>Dem. 48.7

Powered by PhiloLogic